Τό Εὐαγγέλιο τοῦ ῾Εσπερινοῦ τῆς
"ΑΓΑΠΗΣ" τοῦ Πάσχα, αὐτό πού συνήθως λέγεται καί σέ πολλές
γλῶσσες, ἔχει παραφρασθεῖ καί στήν ῾Ομηρική Διάλεκτο, σέ ἡρωϊκό
ἑξάμετρο, ἀπό τόν ῞Αγιο Νικόδημο τόν ῾Αγιορείτη καί ψάλλεται ἀπό
χορό σέ ἀρχαῖο μέλος. Παραθέτουμε τό κείμενο, γιά τούς
ἐνδιαφερομένους, πού τό ἀκοῦν ἄλλωστε, ὁπωσδήποτε ἀπό τόν χορό
τοῦ Καθεδρικοῦ Ναοῦ ᾿Αθηνῶν κάθε χρόνο στόν ῾Εσπερινό τῆς
"᾿Αγάπης", καί ἀπό ἀλλοῦ, ἀλλά δέν ἔχουν τό κείμενο.
῎Οφρα κε νωιτέροισιν
ἐν οὔασι πάγχυ βάλωμεν,
Θέσφατον, ἱμερόεσσαν,
ἁγνήν, Εὐάγγελον ὄππα,
Μειλίξωμεν ῎Ανακτα
Θεόν, μέγαν, οὐρανίωνα.
᾿Ιθυγενείς· Σοφίη.
Εὐαγγελίοιο κλύωμεν.
Εἰρήνη χαρίεσσ᾿ ἐπ᾿
ἀπείρονα δῆμον ἐσεῖται.
᾿Εκ δ᾿ ἀρ᾿ ᾿Ιωάνοιο,
τόδ᾿ ἔστι βροντογόνοιο.
᾿Αλλ᾿ ἄγετ᾿ ἀτρεμέσι
χρησμούς λεύσωμεν ὀπωπαῖς.
Εὖτε δή ἠέλιος φαέθων
ἐπὶ ἕσπερον ἦλθε.
Καὶ σκιόωντο ἀγυιαί,
ἐπὶ χθονὶ πολυβοτείρη,
῎Ηματι ἐν πρώτῳ, ὅτε
τύμβου ἆλτο Σαωτήρ,
Κληϊσταὶ δὲ ἔσαν
θυρίδες πυκινῶς ἀραρυῖαι,
Βλῆντο δὲ πάντες
ὀχῆες ἐϋσταθέος μεγάροιο
῎Ενθα μαθηταί, ὁμοῦ
τε ἀολλέες ἠγερέθοντο,
Μυρόμενοι θανάτῳ ἐπ᾿
ἀεικέϊ Χριστοῦ ῎Ανακτος,
Καὶ χόλον ἀφραίνοντα
᾿Ιουδαίων τρομέοντες,
῎Ηλυθε δὴ τότε
Χριστὸς ῎Αναξ θεοειδέϊ μορφῇ
῎Εστη δ᾿ ἐν μεσσάτῳ
ἀναφανδόν, καὶ φάτο μῦθον.
Εἰρήνη ὑμῖν φίλη,
ἡσυχίη τ᾿ ἐρατεινή.
῾Ως εἰπών, ἐπέδειξεν
ἐὴν πλευρὴν ἠδὲ χείρας·
Γήθησαν δὲ μαθηταί,
ἐπί ἴδον Εὐρυμέδοντα.
Τούς δ᾿ αὖτις
προσέειπεν ᾿Ιησοῦς οὐρανοφοίτης·
Εἰρήνη ὑμῖν φίλη,
ἡσυχίη τ᾿ ἐρατεινή·
῾Ως ἐμὲ πέμψε Πατήρ,
ὅς ὑπέρτατα δωμᾶτα ναίει,
῟Ωδ᾿ ἐγὼ ὑμέας εἰς
χθόνα πέμπω εὐρυόδειαν.
῾Ως ἄρα φωνήσας,
μύσταις ἔμπνευσ᾿ ἀγορεύων·
Πνεῦμα δέχνυσθ᾿ ἅγιον
φαεσίμβροτον, ὑψιθόωκον·
῟Ων μέν ἀτασθαλίας
θνητῶν ἀφέητ᾿ ἐπὶ γαῖαν,
Τοῖσιν ἦ που ἀφίενται
ἐπ᾿ οὐρανὸν ἀστερόεντα,
῟Ων δ᾿ ἀρ᾿ ἐπεσβολίας
ὑπερφιάλων κρατέητε,
Τοῖσιν ἁλυκτοπέδης
κεῖναι σθεναρῶς κρατέονται.
Θωμᾶς δ᾿ ᾧ ἐπίκλησις
ἅπασι Δίδυμος ἀκούειν,
Οὐχ ἅμα τοῖς ἄλλοις
μύσταις πρίν ὁμώροφος ἔσκε,
᾿Ιησοῦς ὅτ᾿ ἔβη εἴσω
μελάθροιο ἑταίρων.
῎Ιαχον οὖν ἄλλοι
τούτῳ ἐρίηρες ἑταῖροι·
Εἴδομεν ὀφθαλμοῖσιν
᾿Ιησοῦν Παγκρατέοντα.
Τούς δ᾿ ἀπαμειβόμενος
Θωμᾶς προσέφησεν ἀτειρής·
῎Ιχνια ἥν μὴ ἴδω μετὰ
χείρεσιν ἡλοτορήτῃς,
Δάκτυλον ἐμβάλω τε
ἐκείνου ἔνδοθι χειρός,
Χεῖρά τ᾿ ἐμὴν εἴσω
πλευρῆς οἱ ῥεῖα βαλοίμην,
Οὔποτε ὑμετέροισι
λόγοις κεφαλῇ κατανεύσω.